Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[213]
ἐπειδὴ τοίνυν ἐποιήσαντο τὴν ἐκκλησίαν, προσῆγον ἐκείνους προτέρους διὰ τὸ τὴν τῶν συμμάχων τάξιν ἐκείνους ἔχειν. καὶ παρελθόντες ἐδημηγόρουν πολλὰ μὲν Φίλιππον ἐγκωμιάζοντες, πολλὰ δ᾽ ὑμῶν κατηγοροῦντες, πάνθ᾽ ὅσα πώποτ᾽ ἐναντί᾽ ἐπράξατε Θηβαίοις ἀναμιμνῄσκοντες. τὸ δ᾽ οὖν κεφάλαιον, ἠξίουν ὧν μὲν εὖ 'πεπόνθεσαν ὑπὸ Φιλίππου χάριν αὐτοὺς ἀποδοῦναι, ὧν δ᾽ ὑφ᾽ ὑμῶν ἠδίκηντο δίκην λαβεῖν, ὁποτέρως βούλονται, ἢ διέντας αὐτοὺς ἐφ᾽ ὑμᾶς ἢ συνεμβαλόντας εἰς τὴν Ἀττικήν: καὶ ἐδείκνυσαν, ὡς ᾤοντο, ἐκ μὲν ὧν αὐτοὶ συνεβούλευον τἀκ τῆς Ἀττικῆς βοσκήματα καὶ ἀνδράποδα καὶ τἄλλ᾽ ἀγάθ᾽ εἰς τὴν Βοιωτίαν ἥξοντα, ἐκ δ᾽ ὧν ἡμᾶς ἐρεῖν ἔφασαν τἀν τῇ Βοιωτίᾳ διαρπασθησόμεν᾽ ὑπὸ τοῦ πολέμου. καὶ ἄλλα πολλὰ πρὸς τούτοις, εἰς ταὐτὰ δὲ πάντα συντείνοντ᾽ ἔλεγον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.