Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
περὶ μὲν δὴ τῶν ἰδίων ὅσα λοιδορούμενος βεβλασφήμηκεν περὶ ἐμοῦ, θεάσασθ᾽ ὡς ἁπλᾶ καὶ δίκαια λέγω. εἰ μὲν ἴστε με τοιοῦτον οἷον οὗτος ᾐτιᾶτο (οὐ γὰρ ἄλλοθί που βεβίωκ᾽ ἢ παρ᾽ ὑμῖν), μηδὲ φωνὴν ἀνάσχησθε, μηδ᾽ εἰ πάντα τὰ κοινὰ ὑπέρευ πεπολίτευμαι, ἀλλ᾽ ἀναστάντες καταψηφίσασθ᾽ ἤδη: εἰ δὲ πολλῷ βελτίω τούτου καὶ ἐκ βελτιόνων, καὶ μηδενὸς τῶν μετρίων, ἵνα μηδὲν ἐπαχθὲς λέγω, χείρονα καὶ ἐμὲ καὶ τοὺς ἐμοὺς ὑπειλήφατε καὶ γιγνώσκετε, τούτῳ μὲν μηδ᾽ ὑπὲρ τῶν ἄλλων πιστεύετε (δῆλον γὰρ ὡς ὁμοίως ἅπαντ᾽ ἐπλάττετο), ἐμοὶ δ᾽, ἣν παρὰ πάντα τὸν χρόνον εὔνοιαν ἐνδέδειχθ᾽ ἐπὶ πολλῶν ἀγώνων τῶν πρότερον, καὶ νυνὶ παράσχεσθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.