Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[235]
τὰ μὲν τῆς πόλεως οὕτως ὑπῆρχεν ἔχοντα, καὶ οὐδεὶς ἂν ἔχοι παρὰ ταῦτ᾽ εἰπεῖν ἄλλ᾽ οὐδέν: τὰ δὲ τοῦ Φιλίππου, πρὸς ὃν ἦν ἡμῖν ὁ ἀγών, σκέψασθε πῶς. πρῶτον μὲν ἦρχε τῶν ἀκολουθούντων αὐτὸς αὐτοκράτωρ, ὃ τῶν εἰς τὸν πόλεμον μέγιστόν ἐστιν ἁπάντων: εἶθ᾽ οὗτοι τὰ ὅπλ᾽ εἶχον ἐν ταῖς χερσὶν ἀεί: ἔπειτα χρημάτων ηὐπόρει καὶ ἔπραττεν ἃ δόξειεν αὐτῷ, οὐ προλέγων ἐν τοῖς ψηφίσμασιν, οὐδ᾽ ἐν τῷ φανερῷ βουλευόμενος, οὐδ᾽ ὑπὸ τῶν συκοφαντούντων κρινόμενος, οὐδὲ γραφὰς φεύγων παρανόμων, οὐδ᾽ ὑπεύθυνος ὢν οὐδενί, ἀλλ᾽ ἁπλῶς αὐτὸς δεσπότης, ἡγεμών, κύριος πάντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.