Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[171]
καίτοι εἰ μὲν τοὺς σωθῆναι τὴν πόλιν βουλομένους παρελθεῖν ἔδει, πάντες ἂν ὑμεῖς καὶ οἱ ἄλλοι Ἀθηναῖοι ἀναστάντες ἐπὶ τὸ βῆμ᾽ ἐβαδίζετε: πάντες γὰρ οἶδ᾽ ὅτι σωθῆναι αὐτὴν ἐβούλεσθε: εἰ δὲ τοὺς πλουσιωτάτους, οἱ τριακόσιοι: εἰ δὲ τοὺς ἀμφότερα ταῦτα, καὶ εὔνους τῇ πόλει καὶ πλουσίους, οἱ μετὰ ταῦτα τὰς μεγάλας ἐπιδόσεις ἐπιδόντες: καὶ γὰρ εὐνοίᾳ καὶ πλούτῳ τοῦτ᾽ ἐποίησαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.