Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
πάντα μὲν τοίνυν τὰ κατηγορημέν᾽ ὁμοίως ἐκ τούτων ἄν τις ἴδοι, οὔτε δικαίως οὔτ᾽ ἐπ᾽ ἀληθείας οὐδεμιᾶς εἰρημένα: βούλομαι δὲ καὶ καθ᾽ ἓν ἕκαστον αὐτῶν ἐξετάσαι, καὶ μάλισθ᾽ ὅσ᾽ ὑπὲρ τῆς εἰρήνης καὶ τῆς πρεσβείας κατεψεύσατό μου, τὰ πεπραγμέν᾽ ἑαυτῷ μετὰ Φιλοκράτους ἀνατιθεὶς ἐμοί. ἔστι δ᾽ ἀναγκαῖον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσῆκον ἴσως, ὡς κατ᾽ ἐκείνους τοὺς χρόνους εἶχε τὰ πράγματ᾽ ἀναμνῆσαι, ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν ἕκαστα θεωρῆτε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.