Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[216]
ἐν οἷς πᾶσιν, ἄνδρες Ἀθηναῖοι, κατά γ᾽ ὑμᾶς ὀρθῶς ἐφάνησαν ἐγνωκότες. οὔτε γὰρ εἰς τὴν πόλιν εἰσελθόντος τοῦ στρατοπέδου οὐδεὶς οὐδὲν οὐδ᾽ ἀδίκως ὑμῖν ἐνεκάλεσεν: οὕτω σώφρονας παρέσχεθ᾽ ὑμᾶς αὐτούς: δίς τε συμπαραταξάμενοι τὰς πρώτας μάχας, τήν τ᾽ ἐπὶ τοῦ ποταμοῦ καὶ τὴν χειμερινήν, οὐκ ἀμέμπτους μόνον ὑμᾶς αὐτοὺς ἀλλὰ καὶ θαυμαστοὺς ἐδείξατε τῷ κόσμῳ, ταῖς παρασκευαῖς, τῇ προθυμίᾳ. ἐφ᾽ οἷς παρὰ μὲν τῶν ἄλλων ὑμῖν ἐγίγνοντ᾽ ἔπαινοι, παρὰ δ᾽ ὑμῶν θυσίαι καὶ πομπαὶ τοῖς θεοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.