Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[97]
καίτοι τότε ταῦτ᾽ ἀμφότερ᾽, Αἰσχίνη, οὔθ᾽ ὑπὲρ εὐεργετῶν ἐποίουν οὔτ᾽ ἀκίνδυν᾽ ἑώρων. ἀλλ᾽ οὐ διὰ ταῦτα προΐεντο τοὺς καταφεύγοντας ἐφ᾽ ἑαυτούς, ἀλλ᾽ ὑπὲρ εὐδοξίας καὶ τιμῆς ἤθελον τοῖς δεινοῖς αὑτοὺς διδόναι, ὀρθῶς καὶ καλῶς βουλευόμενοι. πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ: δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δ᾽ ἃν ὁ θεὸς διδῷ γενναίως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.